-
Notifications
You must be signed in to change notification settings - Fork 1
/
Copy pathOCR Output linebreaks removed.txt
1 lines (1 loc) · 25.6 KB
/
OCR Output linebreaks removed.txt
1
Ἦλθε καὶ ἐφ’ ἡμᾶς ἡ τῆς πνευματικῆς ἑστιάσεως λειτουργία, μετέχειν μᾶλλον ἑτέρων, ἣ ἑαυτοὺς παρ έχειν ἄλλοις, ὄντας ἐπιτηδείους. Καίτοι γε ἔγωγε καὶ παντελῶς ἠξίουν ἀτελὴς εἶναι τῶν τοιούτων φό ρων, διὰ τὴν τοῦ λέγειν πενίαν, κατά τινα νόμον συμ ποτικόν, Ἀκούω γὰρ τοὺς ἀκροτέρους τὴν δίαιταν, ὅταν ἐκ περιόδου τῷ κοινῷ συσσιτίῳ τὰς εὐωχίας παρασκευάσωσιν, εἴ τις ἐκ τοῦ καταλόγου τῶν δαιτυ μόνων πενέστερος εἴη, τοῦτον κοινῆς συνθήκης ἀτελῆ σύνδειπνον ἔχειν. Οὕτω καὶ αὐτὸς ἐβουλόμην ἐπι σίτιος εἷναι τῆς τῶν πλουσίων τροφῆς· ἀλλ’ ἐπειδὴ ὁ καλὸς τε καὶ πλούσιος ἑστιάτωρ οὗτος οὐδὲ ἡμῶν φείδεται, διακονεῖν δὲ προστάττει, ἐρῶ πρὸς αὐτὸν, Φίλε, χρῆσόν μοι τῶν σῶν ἄρτων· ἄρτους δὲ λέγω τὴν διὰ τῶν εὐχῶν συμμαχίαν. Πῶς γάρ ἐστι τοῖς πνευματικοῖς τούτοις κηρίοις τὴν ἀκοὴν ὑμῶν ἐντρυ φήσασαν, πενιχρῷ καὶ πτωχεύοντι δοξιώσασθαι λόγῳ; Καὶ τάχα καλῶς εἶχεν, ἵν’ ὥσπερ ἐπὶ τῶν γυμνικῶν ἀγώνων· μόνων γὰρ τῶν ἰσχυόντων ἐν ἐκείνοις ἐστὶ τὸ στάδιον, οἱ δὲ λοιποὶ θεαταὶ γίνονται τῶν ἀγωνι ζομένων· οὕτω καὶ εἰς τὸ πνευματικὸν τοῦτο στάδιον μόνους τοὺς σφριγῶντας ἐν τῇ δυνάμει τῶν ἁγίων πρὸς τοὺς ἀγωνιστάς ἀποδύεσθαι· εἰ δέ τις εἴη τῶν οἷος ὲγὼ, ᾧ πολιὰ μὲν ὴ θρὶξ, νωθρὰ δὲ ὑπὸ τοῦ χρόνου ἡ δύναμις, ὑπότρομος δὲ καὶ ὑποσκάζων ὁ λόγος, τοῦ τον ὲᾷν τοῖς ἱδρῶσι τῶν ἀγωνιστῶν ἐπευφραίνεσθαι. Οὐκ οὖν μηκύνωμεν ὑμῖν, ἀδελφοὶ, τὸ προοίμιον, ἐν ασχολούμενοι τῷ θαύματι τῶν προλαβόντων. Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· ὁ δὲ κόρος ἀπὸ γλυκασμάτων ἐστίν· τούτοις γάρ ὑμᾶς ὁ προλαβὼν λόγος ὲτιθήνατο. Τάχα οὖν ἄχρηστον κόρον ἐπέβαλλε κόρῳ ἐπάνω τῶν χρυσῶν λόγων, οἷόν τισι μολυβοίνοις νομίσμασι τὴν μνήμην ἐπιφορτίζοντα· πλὴν ὅτι συν τελεῖ πολλάκις εὶς συνέργειαν κάλλους καὶ ὴ χείρων ὕλη καταμιχθεῖσα τῇ κρείττονι, ἐγγὺς ἡ ἀπόδειξις. Ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον ὄροφον, ὡς καλὸς ἰδεῖν, ὡς γλαφυρὸς ταῖς γλυφαῖς ἐπανθεῖ τὸ χρυσίον ; Οὗτος χρύσεος ὢν ὅλος τὴν ἐπιφάνειαν, κύκλοις τισὶ πολυγωνίοις κυανῷ διακεχρισμένος ὑποκεχὰρακται. Τί οὖν βούλεται τῷ τεχνίτῃ ἡ κυανός; Ὡς ἂν, οἶμαι, τῷ ἑναλλὰσσοντι τὰς χρόας ἀντιπαραθεωρούμενος ὁ χρυσὸς πλέον ἐκλάμποι. Εἰ οὖν ἡ κυανὸς ὲμμιχθεῖσα τῷ χρυσῷ περικαλλεστέραν τὴν αὐγὴν ἀποδείκνυσιν, οὐκ ἄκαιρον ἴσως τῇ λαμπηδόνι τῶν προῤῥηθέντων λόγων καὶ τὴν ἡμετέραν παραγραφῆναι μελάνην. Ἔτι ὑμῖν ἐν προοιμίοις ἀδολεσχοῦμεν, ἀλλ’ ἀκού σατε. ἀκούω Μωϋσέα τὸν μέγαν, ὅτε τὴν σκηνὴν τοῖς Ἰσραηλίταις ἐπήγνυτο, καὶ τὸν Βεζελεήλ ὲκεῖνον, ὃς Πνεύματι θείῳ τήν σοφίαν ἔσχεν τῆς ἀρχιτεκτονικῆς αὐτοδίδακτον, κοινῇ προθεῖναι τὴν φιλοτιμίαν πλου σίοις καὶ πένησι, τῶν μὲν πλουσίων χρυσὸν, καὶ πορ φύραν καὶ τοὺς τιμίους τῶν λίθων ἐκλέγοντας, τῶν δὲ πενήτων ξύλα καὶ δέρματα καὶ τὰς τῶν αἰγῶν τρίχας οὐκ ἀποβάλλοντας. Ἀλλ’ οὐκ ἄκαιρος τῆς ἱστορίας ἴσως ἡ μνήμη · ὃ γάρ μου τὴν καρδίαν ἐπέδραμε νόημα, βούλομαι καὶ τῷ κοινῷ παραθέσθαι. Πνεὺματι θείῳ ὸ Βεζελεήλ σοφὸς ἐξ ἰδιώτου ἐγένετο · οὕτω γὰρ ἡ ἱστορία φησίν. Ἀκουέτω τοίνυν ὁ πνευ ματομάχος· ὁ θεῖον εἰπὼν τὸ Πνεῦμα τὸ ἅγιον, οὗ ἡ ἐπίβασις οἷόν τι ἴχνος τὴν τῆς σοφίας χάριν τῇ ψυχῇ ἐνσημαίνεται, ἆρα καθυβρίζει τῇ τοῦ θείου προσ ηγορία τὴν ἀξίαν τοῦ Πνεύματος; Ἆρα μικρόν τι καὶ ταπεινὸν περὶ αὐτοῦ νοεῖν ὑποτίθεται; Τί τῶν ὲν τῇ κτίσει τῷ ὀνόματι τούτῳ σημαίνεται· Μὴ ἐπί κτητον οἴεται τῷ Πνεύματι τὴν θεότητα; Μὴ δι πλόην τινα καὶ σύνθεσιν περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον ἐννοεῖ; τάχα οὐκ ἔστι ταῖς τοιαύταις ὑπονοίαις συν ενεχθῆναι. Ἀλλ’ ὁμολογεῖ πάντως θεῖον ὃν τὸ Πνεῦ μα τῇ φύσει τοιοῦτόν τε εἶναι καὶ λέγεσθαι. Ὁρᾷς ὡς αὐτομάτως ὲκκαλύπτεταί σοι ἡ ἀλήθεια; πολλὰς γὰρ θείας φύσεις τὸ τῶν Χριστιανῶν οὐκ ἐπίσταται κήρυγμα · ἐπεὶ ἀνάγκη πᾶσα καὶ πολλοὺς θεοὺς ἀναπλάττεσθαι. Οὐ γάρ ἐστι δυνατὸν πολλοὺς νοηθῆ ναι θεοὺς, μὴ τῆς κατὰ φύσιν ἑτερότητος τὸ τῶν θεῶν πλῆθος διαγγελλούσης. Εἰ οὖν μία παρὰ πάντων θεία φύσις εἶναι πιστεύεται, θεῖον δὲ τῇ φύσει τὸ Πνεῦμα τὸ ἅγιον· τί διατέμνεις τῷ λόγῳ τὺ συνημμένον τῇ φύσει; Ἀλλὰ τίς μοι δώσει τὴν δύναμιν τοῦ λόγου ἐκείνου, οὗ τὸ τέλος σωτηρία τῶν ἀκουόντων ἦν ; Μίαν προήκατο φωνήν Ἱεροσολυμίταις ὁ Πέτρος, καὶ τοσαῦται χιλιάδες ἀνθρώπων τῇ περιβολῇ τοῦ λόγου ὑπὸ τοῦ ἁλιέως ὲσαγηνεύθησαν. Τοσοῦτοι δὲ καὶ τοι οῦτοι παρὰ τῶν διδασκάλων ὲν ἡμῖν τρίβονται, τίς γέγονε τῶν σωζομένων προσθήκη; Τὸ ἐκλεῖπον ἐκ λείπει, φησί τις τῶν προφητῶν, τὸ ἀποθνῆσκον ἀποθνήσκει · τὸ πεπλανημένον οὐκ ἐπιστρέφει · λέ λυται τῆς ἀγάπης ὁ σύνδεσμος · ἥρπασται τῶν θησαυ ρῶν ἡμῶν ἡ εἰρήνη. Ὢ τῶν κακῶν. Προάγομαι γὰρ ἐπιστενάξαι τῷ πάθει· ἡμέτερον κτῆμα ἦν ἀγάπη· ποτὲ πατρῷος ἡμῖν οὗτος ὁ κλῆρος, ὂν διὰ τῶν μα θητῶν ἡμῖν ὁ Κύριος ἐθησαύρισεν εἰπὼν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἀλλὰ ταύτην τὴν κληρονομίαν οἱ μὲν ἐφεξῆς διάδοχοι παρὰ πατρὸς ἐκδεχόμενοι μέχρι τῶν πατέρων ἡμῶν διεσώσαντο· ἡ δὲ ἄσωτος αὕτη γενεὰ οὐκ ἐφύ λαξε. Πῶς οἴχεται τῶν χειρῶν ἡμῶν διαῤῥυεὶς τῆς ἀγωγῆς ὁ πλοῦτος; ἡμεῖς τῆς ἀγάπης πτωχεύομεν, καὶ ἄλλοι ἡμετέροις ἀγαθοῖς ἐναβρύνονται. Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, οὕτως φησὶν ὁ Ψαλμῳδός. Ἐγὼ δὲ μικρόν τι παρῳδήσας τὸ ῥηθὲν ἀναγνώσομαι, Ἐζή λωσα ἐπὶ τοῖς ἀνόμοις, ἐζήλωσα εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Ἐκεῖνοι ἀλλήλοις συνίστανται, καὶ ἡμεῖς ἀπ’ ἀλλήλων διατεμνόμεθα. Ἐκεῖνοι ἑαυτοῖς συνασπί ζουσι, καὶ ἡμεῖς τὸν ἡμέτερον συνασπισμὸν διαλύομεν. Κλέψας τὸ ἡμέτερον κτῆμα ὁ τῶν ψυχῶν λωποδύτης τοῖς ἐχθροῖς τῆς ἀληθείας φέρων προσέῤῥιψεν, οὐκ ἐκείνους εὐεργετῶν, τοῦτο μηδεὶς οἰέσθω· ὁ γὰρ τῶν κακῶν εὑρετὴς εὐεργέτης γενέσθαι οὐ δύναται· ἀλλ’ ἵνα χείρους αὐτοὺς ἐν τῇ περὶ τὸ κακὸν συμ πνοίᾳ παρασκευάσῃ. Ἀλλὰ τί μοι τοὺς ἔξω κρίνειν; φησὶν ὁ εἰπών. Ἐγὼ δὲ πῶς ἀδακρυτὶ βαστάσω τὴν τῶν ἀδελφῶν ἀλλοτρίως; Πῶς ᾤχετο καταλιπὼν τὴν πατρῴαν οὐσίαν ὁ ἁδελφὸς ὁ νέος οὗτος; Ἄλλος ἐκεῖνος ὁ ἐν τῷ Εὐαγγελίῳ δηλούμενος, κἃν ὑποκρύπτῃ τῇ πολιᾷ τοῦ σώματος τῆς ψυχῆς τὴν νεότητα, πῶς ἀνεχώρη σεν εἰς χώραν μακρὰν δραπετεύσας ἀπὸ τῆς πίστεως; Πῶς οἴχεται καὶ αὐτὸς ἡμισεύσας τοῦ πατρὸς τὴν οὐσίαν ἐν τῷ καθελκῦσαι τὰ ὑψηλὰ τῶν δογμάτων πρὸς τὰ ταπεινὰ καὶ χοιρώδη νοήματα, ταῖς αἱρετικαῖς πόρναις προσδαπανήσας τὸν πλοῦτον; Πόρνη γάρ ἐστιν ἡ αἵρεσις, ταῖς ἠγαπημέναις ἡδοναῖς γοητεύουσα. Εἰ γὰρ ἔλθοι ποτὲ εἰς ἑαυτὸν, ὥσπερ ἐκεῖνος· εἰ γὰρ ἐπιθυμήσειε πάλιν τῆς πατρῴας τρο φῆς· εἰ γὰρ ἐπαναδράμῃ πρὸς τὴν πλουσίαν τρά πεζαν, ἐν ᾗ πολὺς ὁ ἐπιούσιος ἄρτος, ὁ τρέφων τοὺς τοῦ Κυρίου μισθίους· μίσθιοι δὲ τοῦ Θεοῦ πάντες οὗτοι, οἱ ἐπ’ ἐλπίδι τῆς ἐπαγγελίας τὸν ἀμπελῶνα τοῦ Θεοῦ ἐργαζόμενοι· οἷος ἂν ἐγένετο πρὸς αὐτὸν ὁ δρόμος, οὐχ ἑνὸς πατρὸς, ἀλλὰ τοσούτων πατέρων προσαπαντώντων, περιπλεκομένων, ἀσπαζομένων φιλήμασιν; Ἠνέχθη στολὴ τῆς πίστεως ἡ πρώτη, ἣν αί τριακόσιαι ὀκτὼ καὶ δέκα ψυχαὶ καλῶς ἐρι θέουσαι τῇ Ἐκκλησίᾳ ἐξύφηναν. Ἐκεῖθεν τῇ χειρὶ δακτύλιος ἑκτετυπωμένην ἔχων ἐν ἐαυτῷ τὴν σφρα γῖδα τῆς πίστεως, οἱ χοροὶ, ὁ μόσχος, ἡ συμφωνία, τὰ ἄλλα πάντα ὅσα ἐν τῷ Εὐαγγελὶῳ κατείλεκται, πλὴν τῆς τοῦ ἀδελφοῦ ζηλοτυπίας. Ἀλλὰ τί μάτην ὀνείρους ἐαυτοῖς ἀναπλάττομεν; Ἐσκλήρυνται καρ δίαι τῶν ἀδελφῶν, καὶ ἀντιτύπως ἔχουσι, τοὺς κοι νοὺς πατέρας προβάλλονται, καὶ τὴν κληρονομίαν τὴν ἀπ’ αὐτῶν οὐ προσδέχονται, τῆς κοινῆς εὐγενείας ἀντιποιοῦνται, καὶ τῆς πρὸς ἡμᾶς συγγενείας ἁλλο τριοῦνται· τοῖς ἐχθροῖς ἡμῶν ἀντικαθίστανται, πρὸς δὲ ἡμᾶς δυσμενῶς ἔχουσιν· ὥσπερ τι μεθόριον ἡμῶν τε καὶ τῶν πολεμίων γενόμενοι, καὶ ἀμφότερά εἰσι καὶ οὐδέτερον· οὔτε τὸν ὀρθὸν λόγον ὁμολογοῦσι, καὶ αἱρετικοὶ ὀνομάζεσθαι ἀπαξιοῦσιν. Ὤ καινοῦ πρά γματος· καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὸ ψεῦδος ἐπίσης ἑκπεπολέμηται, οἷόν τι δένδρον ἄῤῥιζον, ὧδε καὶ ὧδε πρὸς τὰς ἐναντίας ὁρμὰς εὐκόλως μετακλι νόμενοι. Ἤκουσα τοῦ εὐαγγελιστοῦ Ἰωάννου εν ἀποκρύφοις πρὸς τοὺς τοιούτους δι’ αἰνίγματος λέ γοντος· ὡς δέον ἀκριβῶς ζέειν μὲν πάντως τῷ πνεύ ματι, κατεψύχθαι δὲ τῇ ἁμαρτία· Ὤφελον γὰρ ἦσθα, φησὶ, ψυχρὸς, ἣ ζεστός· τὸ δὲ μηθέτερον τούτων, ἀμφοτέρων δὲ ἐφαπτόμενον ναυτιῶδές ἐστι, καὶ πρὸς ἔμετον ἐπιτήδειον. Τί οὖν τὸ αἴτιον, πάλαι μὲν ἐπὶ τῶν μαθητῶν διὰ τοῦ Κυρίου πολὺ πλῆθος τῇ Ἐκκλησίᾳ προσάγεσθαι, νυνὶ δὲ τοὺς μακροὺς καὶ περικαλλεῖς τῶν διδασκάλων λόγους παρατρέχειν απράκτους; Ἐρεῖ τις ἴσως, ὅτι τότε συνήργει τοῖς ἀποστόλοις τὰ ἐκ τῶν ἔργων θαύματα, καὶ τὸ ἀξιόπιστον ὁ λόγος διὰ τῶν χαρισμάτων εἶχε. Φημὶ κἀγὼ μεγάλην εἶναι πρὸς τὸ πείθειν ῥοπὴν τὴν ἐκ τῶν ἔργων ἰσχύν· νυνὶ δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι; Καὶ οὐχ ὁρᾷς τὰ ὅμοια τῆς πίστεως θαύματα; Οἰκειοῦμαι γὰρ τῶν ὁμοδούλων ἡμῶν τὰ κατορθώματα, τῷ αὐτῷ πνεύ ματι στοιχοῦντες ἐν τῇ δυνάμει τῶν ἰάσεων. Μαρτυ ροῦσι τῇ ἀληθεία τοῦ λόγου ἄνδρες ἐξ ὑπερορίας ἥκοντες, πολῖται τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ἐξ Μεσο ποταμίας ὡρμημένοι, ἐξελθόντες καὶ οὗτοι ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας αὐτῶν καὶ τοῦ κόσμου παντὸς, πρὸς οὐρανὸν βλέποντες, ἐκδημοῦντες τρό πον τινὰ τῆς άνθρωπίνης, ἄνω τῶν τῆς φύσεως πα θημάτων ἱστάμενοι, τοσοῦτον ἐφαπτόμενοι τῆς ζωῆς ταύτης ὅσον ἐπάναγκες, τῷ δὲ πλείονι μέρει ταῖς ἀσωμάτοις συμμετεωροποροῦσι δυνάμεσι, γηραιοὶ τὸ εἶδος, σεμνοὶ πρὸς ἰδέαν, πολιᾷ στίλβοντες, σιωπῇ κατησφαλισμένοι τὰ στὸματα, λογομαχεῖν οὐκ εἰδό τες, συζητεῖν οὐ μαθόντες· τοσαύτην ἔχουσι κατὰ τῶν πνευμάτων τὴν ἐξουσίαν, ὡς θαύματα μόνῳ τῷ δοκοῦντι κατεργάζεσθαι, καὶ ὑποχωρεῖν τὰ δαιμόνια, οὐ συλλογισμῶν τέχναις, ἀλλ’ ἐξουσία τῆς πίστεως, οὐκ εἰς ἀπορίαν ἀντιφάσεως περιαγόμενα , ἀλλ’ εἰς τὸ σκότος τὸ ἐξώτερον ἀπελαυνὸμενα. Οὕτως οἶδεν ὁ Χριστιανὸς συλλογίζεσθαι· ταῦτα τῆς πίστεως ἡμῶν τά κατορθώματα. Διά τί οῦν οὐ πείθομεν, εἰ πλεονάζει τῶν ἰαμάτων ἡ χάρις; εἰ περισσεύει ἡ διδασκαλία τοῦ λόγου; Πάντα δὲ ταῦτα ἐνεργεῖ ἒν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Διὰ τί οὐ γίνεται ἠ τῶν σωζομένων προσθήκη; Καὶ μηδεὶς ὑπονοείτω μικράν τὴν παροῦσαν ἡγεῖσθαι χάριν. Ὁρῶ κομῶσαν τὴν ἄμπελον, εὐθηνουμένην ταῖς κληματίσι, καὶ τῷ καρπῷ πλεονάζουσαν· ὁρῶ κυμαινομένην τῷ πλήθει τῶν ἀσταχύων τὴν ἄρουραν· βαθὺ τὸ λήϊον, ἁδρὸν τὸ δράγμα, πολὺς ὁ σπόρος. Ἀλλὰ τί πάθω; Ἀπλήρωτον ἔχων ἐν τοῖς τοιούτοις τὴν φύσιν τῷ πάθει τῶν φιλοπλούτων κατέχομαι. Οὐδεὶς περιουσίας ὅρος τὴν ἐπιθυμίαν ἵστησι. Τὸ ἀεὶ προσγινόμενον πρὸς τὸ πλέον ἐρεθίζει τὴν ὄρεξιν, ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας γινόμενον. Εὐφραίνει με τὰ ὁρώμενα. Τοῖς παροῦσιν ἁγάλλομαι, καὶ τοῖς ἀποῦσιν ἀλγύνομαι· κοινόν τι πάθος ἐκ τῶν ἐναντίων σύμμικτον τὴν ψυχὴν περιέχει, ἡδονῆς πρὸς λύπην συγκεκραμένης. Ἐάν πρὸς ὑμᾶς ἀναβλέψω, ὑμῖν ἐπαναπαύω τὸν πόθον· ἐὰν τὸ λεῖπον λογίσω μαι, οὐκ ἔχω ὅπως στενάξω τὴν συμφοράν. Καὶ γὰρ ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ ἐπὶ τῇ εἰρήνῃ τῆς Ἐκκλησίας εὐφραίνεσθαι, οὐσίας τινάς τεχνολογοῦσι, καὶ μεγέθη καταμετροῦσιν, Υίὸν Πατρὶ παραμετροῦντες, καὶ περισσότερον τοῦ μέτρου τῷ Πατρὶ χαριζόμενοι. Τίς εἴποι αὐτοῖς· Τὸ ἅποσον οὐ μετρεῖται· τὸ ἀειδὲς οὐ δοκιμάζεται· τὺ ἀσώμα τον οὐ σταθμίζεται· τὸ ἀόριστον οὐ συγκρίνεται· τὸ μὴ συγκρινόμενον τοῦ πλείονος καὶ ἐλάττονος οὐκ ἐπιδέχεται λόγον. Ἐκ γὰρ τῆς τῶν πραγμάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον ἐπιγινώσκομεν, Οὗ δὲ τὸ τέλος ἅληπτον, τούτου τὸ πλέον ἀνεπινόητον; Ἤκουσα τοῦ ὑποψάλματος, ὃ κοινῇ πάντες ὑμνολο γοῦντες ἐπῄειμεν· Μέγας Κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Τί οὗν τοῦτό ἐστιν; Ἀρίθμησον τά εἰρη μένα, καὶ νοεῖς τὸ μυστήριον. Μέγας Κύριος, οὐκ εἷπε πόσον μέγεθος· οὐδὲ γὰρ ἦν δυνατὸν εἰπεῖν τὸ πόσον, ἀλλὰ τῷ ἀορίστῳ τῆς σημασίας ἐπὶ τὸ ἄπει ρον ὁδηγεῖ τὴν διάνοιαν. Ὁμοίως, Μεγάλη, φησὶν, ἡ ἰσχὺς αὐτοῦ· ἰσχὺν δὲ ἀκούσας, τὴν δύναμιν νόησον. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· ἀλλὰ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ἑρμηνεύει τὴν σύνεσιν Ἡσαΐας σαφῶς λέγων· Πνεῦμα σοφίας καὶ συνέσεως. Ἤκουσα ἐν τοῖς μακαρισμοῖς μακαριζομένους τοὺς διψῶντας τὸν Κύριον. Τάχα οὖν οὐκ ἔξω τοῦ καιροῦ τὸ ἐνθύμιον· καί μοι δέξασθε τὸν λόγον, κἂν ἀπηρτῆσθαι τῶν παρόντων δοκεῖ. Εἴ τις διὰ μεσημβρίας ὁδεύων τοῦ ἡλίου θερμοτέραις ταῖς ἀκτῖσι τῆς κεφαλῆς ὑπερζέοντος, καὶ πᾶν τὸ ἐν σώματι ὑγρὸν τῇ φλογὶ καταφρύσσοντος· προκείσθω δὲ τῷ ὑποδήματι γῆ τραχεῖα καὶ δυσπόρευτος καὶ διψώδης· εἶτα ἐπιτύχοι πηγῆς ὁ τοιοῦτος, ἧς καλὸν καὶ διαφανὲς τὸ νᾶμα, καὶ προσηνῶς καταψύχον, καὶ ἀφθόνως ὑπερχεόμενον· ἆρα προσκαθεδεῖται τῷ ὕδατι, καὶ φιλοσοφήσει περὶ τῆς φύσεως, ὅθεν, καὶ ὅπως, καὶ διὰ τίνος, καὶ τά τοιαῦτα διεξετάζων, οἷα δὴ τοῖς ματαιολογοῦσι σύνηθες λέγειν· ὅτι ἰκμάς τις ἐγκατεσπασμένη τῷ βάθει τῆς γῆς, καὶ διαπηδῶσα, καὶ συνθλιβομένη, ὕδωρ γίνεται, ἢ ὅτι φλέβες ἐκ κεχυμέναι ταῖς κάτω κοιλότησιν, εἴπερ ἀναστομω θῶσι, τὸ ὕδωρ προχέουσιν· ἢ πάντα τὰ τοιαῦτα χαί ρειν ἐάσας ἐπικύπτει τῷ νάματι, καὶ προσθεὶς τὰ χείλη, θεραπεύει τὴν δίψαν καὶ ἀναψύχει τὴν γλῶσ σαν, καὶ καταπαῦει τὸν πὸθον, καὶ εὐχαριστεῖ τῷ δεδομένῳ τὴν χάρμη; Μίμησαι τοίνυν καὶ σὺ τὸν δι ψῶντα, Εἰπὲ, καὶ εἴρηται, καθὼς εἴρηται· Μακάριοι οἱ διψῶντες, καὶ καταμαθὼν οἷα καὶ ὅσα ἀγαθὰ πηγὰζει τὸ ἅγιον· ποίησον τοῦτο τοῦ Προφήτου, Τὸ στόμα σου ἄνοιξον καὶ ἕλκυσον πνεῦμα· πλά τυνόν τὸ στόμα καὶ πλήρωσον, ἔχων τὴν ἐξουσίαν τῶν χαρισμάτων. Βούλει μαθεῖν ὅσα προχεῖται τῆς τοῦ Πνεύματος πηγῆς ἀγαθά; Ἀφθαρσία ψυχῆς, ἀϊδιότης ζωῆς, οὐρανῶν βασιλεία, εὐφροσύνη ἄληκτος, χαρὰ τέλος οὐκ ἔχουσα. Ἀλλὰ γὰρ εἰς τὰ παρόντα βλέπων ὀλίγην ποιοῦμαι τὴν ζημίαν τοῦ λείποντος. Πεπλή ρωταί μοι τῶν ἀγαθῶν ὁ οἶκος· πλήρεις οἱ θησαυροὶ τοῦ χρυσίου τῆς Ἀραβίοις· ἥξουσι δὲ τάχα μετ’ ὀλί γου καὶ πρέσβεις ἐξ Αἰγύπτου, καὶ προφθάσωσι χεῖρα αὐτῶν Θεῷ, καὶ βασιλεῖαι τῆς γῆς μεθ’ ἡμῶν τὸν ἐπινίκιον ᾃσωσιν ὕμνον, τῷ πάντας εἰς τὴν αὐτοῦ βασιλείαν καλοῦντι, ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.